Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.566 | Joseph. BJ 2.572 (English) | >>Joseph. BJ 2.578 |
2.570συνιδὼν δὲ ὅτι τοὺς μὲν δυνατοὺς οἰκειώσεται μεταδιδοὺς τῆς ἐξουσίας αὐτοῖς , τὸ δὲ πᾶν πλῆθος εἰ διʼ ἐπιχωρίων καὶ συνήθων τὰ πολλὰ προστάσσοι , τῶν μὲν γηραιῶν ἑβδομήκοντα τοὺς σωφρονεστάτους ἐπιλέξας ἐκ τοῦ ἔθνους κατέστησεν ἄρχοντας ὅλης τῆς Γαλιλαίας ,
2.571ἑπτὰ δὲ ἐν ἑκάστῃ πόλει δικαστὰς τῶν εὐτελεστέρων διαφόρων · τὰ γὰρ μείζω πράγματα καὶ τὰς φονικὰς δίκας ἐφʼ ἑαυτὸν ἀναπέμπειν ἐκέλευσεν καὶ τοὺς ἑβδομήκοντα .
2.572
καὶ γινώσκων Ῥωμαίους προεμβαλοῦντας εἰς τὴν Γαλιλαίαν τὰ ἐπιτήδεια τῶν χωρίων ἐτείχιζεν , Ἰωτάπατα μὲν καὶ Βηρσαβὲ καὶ Σελάμην , ἔτι δὲ Καφαρεκχὼ καὶ Ἰαφὰ καὶ Σιγὼφ τό τε Ἰταβύριον καλούμενον
-- -- κατὰ δὲ τὴν Γαυλανιτικὴν Σελεύκειάν τε καὶ Σωγαναίαν καὶ Γάμαλαν ὠχύρωσεν · μόνοις δὲ Σεπφωρίταις ἐφῆκε καθʼ ἑαυτοὺς τεῖχος ἀναδείμασθαι χρημάτων τε εὐπόρους ὁρῶν ὄντας καὶ προθύμους ἐπὶ τὸν πόλεμον δίχα προστάγματος .
2.575ὁμοίως δὲ καὶ Γίσχαλα Ἰωάννης ὁ Ληΐου καθʼ ἑαυτὸν ἐτείχιζεν Ἰωσήπου κελεύσαντος · τοῖς δʼ ἄλλοις ἐρύμασιν ἅπασιν αὐτὸς συμπονῶν ἅμα καὶ προστάσσων παρῆν .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.566 | Joseph. BJ 2.572 (English) | >>Joseph. BJ 2.578 |